Σάββατο 19 Απριλίου 2014

Σιγή πολλή



Σύμφωνα με το Συναξάρι του Τριωδίου, που η ανάγνωσή του τελειώνει σήμερα:
     «Τῶ Αγίω καὶ Μεγάλω Σαββάτω, τὴν θεόσωμον Ταφήν, καὶ τὴν εἰς Ἄδου Κάθοδον τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἑορτάζομεν δι' ὧν τῆς φθορᾶς τὸ ἡμέτερον γένος ἀνακληθέν, πρὸς αἰωνίαν ζωὴν μεταβέβηκε».
Μάτην φυλάττεις τὸν τάφον, κουστωδία.
Οὐ γὰρ καθέξει τύμβος αὐτοζωΐαν.
     Κατά την μοναστηριακή τάξη, με την έναρξη της Παννυχίδος του Πάσχα (η βραδινή ακολουθία πριν φθάσουμε στο ‘Χριστός ανέστη’) αναγινώσκεται ο λόγος τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου ἐπισκόπου Κύπρου εἰς τὴν θεόσωμον ταφὴν τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, που αρχίζει με τα λόγια «Τί τοῦτο;σήμερον σιγὴ πολλὴ ἐν τῇ γῇ». Σιωπά η κτίσις όλη, αναμένοντας λες με κρατημένη την ανάσα το γεγονός που θα συμβεί μετά από λίγο. Ο Άγιος περιγράφει με γλαφυρό, Χρυσοστομικό τρόπο τα γεγονότα που προηγήθηκαν και που πρόκειται να ακολουθήσουν, και βάζει στο τέλος τον Χριστό να μας καλεί όλους:
     «∆ιὸ ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν, ἀπὸ τοῦ θανάτου εἰς τὴν ζωὴν, ἀπὸ τῆς φθορᾶς εἰς ἀφθαρσίαν, ἀπὸ τοῦ σκότους εἰς τὸ αἰώνιον φῶς. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν, ἀπὸ τῆς ὀδύνης εἰς εὐφροσύνην, ἀπὸ δουλείας εἰς ἐλευθερίαν, ἀπὸ φυλακῆς εἰς τὴν ἄνω Ἱερουσαλὴμ, ἀπὸ τῶν δεσμῶν ἐπὶ τὴν ἄνεσιν, ἀπὸ τῆς κατοχῆς ἐπὶ τὴν τοῦ παραδείσου τρυφὴν, ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανόν. Ἐπὶ τοῦτο γὰρ ἀπέθανον, καὶ ἀνέστην, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσω. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν· γὰρ Πατήρ μου οὐράνιος τὸ ἀπολωλὸς ἐκδέχεται πρόβατον. Τὰ ἐννενήκοντα ἐννέα τῶν ἀγγέλων πρόβατα τὸν  σύνδουλον ἀναμένουσιν Ἀδὰμ, πότε ἀναστῇ, καὶ πότε ἀνέλθῃ καὶ πρὸς Θεὸν ἐπανέλθῃ. Χερουβικὸς θρόνος ηὐτρέπισται· οἱ ἀναφέροντες ὀξεῖς τε καὶ ἕτοιμοι· νυμφὼν παρεσκεύασται· ἐδέσματα ἕτοιμα· αἱ αἰώνιοι σκηναὶ καὶ μοναὶ ἕτοιμοι· οἱ θησαυροὶ τῶν ἀγαθῶν ἀνεῴχθησαν, τῶν οὐρανῶν βασιλεία πρὸ αἰώνων ἡτοίμασται· ὀφθαλμὸς οὐκ οἶδεν, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἀγαθὰ τὸν ἄνθρωπον περιμένουσι».
     Και πάλι με τον επίλογο του Συναξαρίου: «Τῇ ἀνεκφράστῳ σου συγκαταβάσει, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν».