"Πᾶσα μὲν οὖν πρᾶξις καὶ θαυματουργία Χριστοῦ μεγίστη καὶ θεία καὶ θαυμαστή,
ἀλλὰ πάντων ἐστὶ θαυμαστότερον ὁ τίμιος αὐτοῦ σταυρός.
Δι᾿ οὐδενὸς γὰρ ἑτέρου ὁ θάνατος κατήργηται,
ἡ τοῦ προπάτορος ἁμαρτία λέλυται,
ἡ τοῦ προπάτορος ἁμαρτία λέλυται,
ὁ ᾅδης ἐσκύλευται,
ἡ ἀνάστασις δεδώρηται,
δύναμις ἡμῖν τοῦ καταφρονεῖν τῶν παρόντων καὶ αὐτοῦ τοῦ θανάτου δέδοται,
ἡ πρὸς τὴν ἀρχαίαν μακαριότητα ἐπάνοδος κατώρθωται,
πύλαι παραδείσου ἠνοίγησαν,
ἡ φύσις ἡμῶν ἐκ δεξιῶν τοῦ Θεοῦ κεκάθικε,
τέκνα Θεοῦ καὶ κληρονόμοι γεγόναμεν,
εἰ μὴ διὰ τοῦ σταυροῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Διὰ σταυροῦ γὰρ ταῦτα πάντα κατώρθωται."
[Ιω. Δαμασκηνού, Έκδοσις ακριβής της Ορθοδόξου πίστεως, κεφ. 84]
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου