Ἔχει
μὲν ἡ θειοτάτη σου ψυχὴ καὶ ἄμωμος, ἀοίδιμε Δημήτριε,
τὴν οὐράνιον
Ἱερουσαλὴμ κατοικητήριον,
ἧς τὰ τείχη, ἐν ταῖς ἀχράντοις χερσὶ τοῦ
ἀοράτου Θεοῦ ἐζωγράφηνται.
Ἔχει δὲ καὶ τὸ πανέντιμον, καὶ ἀθλητικώτατόν
σου σῶμα,
τὸν περίκλυτον τοῦτον ναὸν ἐπὶ γῆς ταμεῖον ἄσυλον θαυμάτων,
νοσημάτων ἀλεξητήριον, ἔνθα προστρέχοντες, τὰς ἰάσεις ἀρυόμεθα.
Φρούρησον πανεύφημε, τὴν σὲ μεγαλύνουσαν πόλιν, ἀπὸ τῶν ἐναντίων
προσβολῶν, παρρησίαν ὡς ἔχων, πρὸς Χριστὸν τόν σὲ δοξάσαντα.
Τοιχογραφία στο Πρωτάτο των Καρυών (Μανουήλ Πανσέληνος, 1290-1310)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου