Σάββατο 27 Απριλίου 2019

Οι στεναγμοί του Άδη

Σήμερον ὁ ᾍδης στένων βοᾷ· Συνέφερέ μοι, εἰ τὸν ἐκ Μαρίας γεννηθέντα, μὴ ὑπεδεξάμην· ἐλθὼν γὰρ ἐπ' ἐμέ, τὸ κράτος μου ἔλυσε, πύλας χαλκᾶς συνέτριψε, ψυχάς ἃς κατεῖχον τὸ πρίν, Θεὸς ὢν ἀνέστησε. Δόξα Κύριε τῷ Σταυρῷ σου, καὶ τῇ Ἀναστάσει σου.
     Σήμερον ὁ
δης στένων βοᾷ· Κατελύθη μου ἡ ἐξουσία· ἐδεξάμην θνητόν ὥσπερ ἕνα τῶν θανόντων· τοῦτον δέ κατέχειν ὅλως οὐκ ἰσχύω, ἀλλ᾽ ἀπολῶ μετά τούτου ὧν ἐβασίλευον· ἐγώ εἶχον τούς νεκρούς ἀπ᾽ αἰῶνος, ἀλλά οὗτος ἰδού πάντας ἐγείρει. Δόξα, Κύριε, τῷ σταυρῷ σου καί τῇ ἀναστάσει σου
     Σήμερον ὁ ᾍδης στένων βοᾷ· Κατεπόθη μου τὸ κράτος, ὁ Ποιμὴν ἐσταυρώθη, καὶ τὸν Ἀδὰμ ἀνέστησεν· ὧν περ ἐβασίλευον ἐστέρημαι, καὶ οὓς κατέπιον ἰσχύσας, πάντας ἐξήμεσα, ἐκένωσε τοὺς τάφους ὁ σταυρωθείς, οὐκ ἰσχύει τοῦ θανάτου τὸ κράτος. Δόξα Κύριε τῷ Σταυρῷ σου, καὶ τῇ Ἀναστάσει σου. 

     Και το αντίστοιχο δοξαστικό, από τον μακαριστό Μητρ. Πατρών Νικόδημο Βαλληνδρά: